Τετάρτη 14 Δεκεμβρίου 2011

Η Αναλαμπή της Ορθοδοξίας (Μέρος 2ο)


Αποκάλυψη  Ιωάννου, κεφ κ’ στ.9

«9 Καὶ ἀνέβησαν ἐπὶ τὸ πλάτος τῆς γῆς, καὶ ἐκύκλευσαν τὴν παρεμβολὴν τῶν ἁγίων καὶ τὴν πόλιν τὴν ἠγαπημένην· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ Θεοῦ καὶ κατέφαγεν αὐτούς.»
Κατά Λουκάν, κεφ. ιζ’, στιχ. 20
«20 Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦ, ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· οὐκ ἔρχεται ἡ βασιλεία τοῦ Θεοῦμετὰ παρατηρήσεως»

Κατά Μάρκον, κεφ. ιγ’, στ. 19-20
«19 Ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις, οἵα οὐ γέγονε τοιαύτη ἀπ᾿ἀρχῆς κτίσεως ἧς ἔκτισεν ὁ Θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται. 20 Καὶ εἰ μὴ ἐκολόβωσε Κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ·ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσε τὰς ἡμέρας.»


Γένεση, κεφ.θ’, στ.13

«το τόξον μου τίθημι εν τη νεφέλη, και έσται εις σημείον διαθήκης ανά μέσον εμού και της γης»

Προφ. Ησαϊας, κεφ. ΙΑ’, στ. 6

«6. καὶ συμβοσκηθήσεται λύκος μετ᾿ ἀρνός, καὶ πάρδαλις συναναπαύσεται ἐρίφω, καὶ μοσχάριον καὶ ταῦρος καὶ λέων ἅμα βοσκηθήσονται, καὶ παιδίον μικρὸν ἄξει αὐτούς·»

Αποστόλου Παύλου, προς Κορινθίους κεφ. α’, στ. 21-24

«21 Ἐπειδὴ γὰρ ἐν τῇ σοφίᾳ τοῦ Θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν Θεόν, εὐδόκησεν ὁ Θεὸς διὰ τῆς μωρίας τοῦ κηρύγματος σῶσαι τοὺς πιστεύοντας.
22 Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσι καὶ Ἕλληνες σοφίαν ζητοῦσιν,
23 ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, Ἕλλησι δὲ μωρίαν,
24 αὐτοῖς δὲ τοῖς κλητοῖς, Ἰουδαίοις τε καὶ  Ἕλλησι, Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν·»

Αποκάλυψη Ιωάννου, κεφ. β’, στ. 26-29

«26 Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν,
27 καὶ ποιμανεῖ αὐτοὺς ἐν ράβδῳ σιδηρᾷ, ὡς τὰ σκεύη τὰ κεραμικὰ συντριβήσεται, ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου,
28 καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν.
29 ῾Ο ἔχων οὖς ἀκουσάτω τί τὸ Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.»

Αποκάλυψη Ιωάννου, κεφ. ιδ’, στ. 6-7

«6 Καὶ εἶδον ἄλλον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσαι ἐπὶ τοὺς καθημένους ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν, 7 λέγων ἐν φωνῇ μεγάλῃ· φοβήθητε τὸν Κύριον καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πηγὰς ὑδάτων.»

ΠΡΟΦΗΤΗΣ ΖΑΧΑΡΙΑΣ, κεφ. γ, στιχ. 4-5

«4 και απεκρίθη και είπε προς τούς εστηκότας προ προσώπου αυτού λέγων· αφέλετε τα ιμάτια τα ρυπαρά απ’ αυτού. και είπε προς αυτόν· ιδού αφήρηκα τας ανομίας σου, και ενδύσατε αυτόν ποδήρη  5 και επίθετε κίδαριν καθαράν…»

Προφητεία Λέοντος Σοφού, Αυτοκράτορος Βυζαντίου 886

«Ο αληθινός και μέγας Βασιλεύς, ος κατοικεί εν τω άκρω τόπω. Ον έδιωξαν οι άνθρωποι εκ της αυτού οικίας εν ταις ημέραις του και έσται ο πρώτος δεύτερος και ο δεύτερος πρώτος…»
«… Εν ταις ημέραις εκείναις θλιβήσονται οι άνθρωποι, και δώσουσι τα πρόσωπα αυτών επί της γης, και πάσουσι τας κεφαλάς αυτών, και βοήσουσι προς τον Θεόν και τότε εισακούσεται Κύριος της δεήσεως αυτών, και αποσταλεί Κύριος τον Άγγελον αυτού ως εν σχήματι ανθρώπου, και αυλισθήσεται εν ταις νήσοις, και κηρύξει τον Άγιον αυτού ηλειμμένον, τον χρησμόν και τον πτωχόν και απειρόβιον, τον ελεούντα και ελεούμενον, τον γυμνόν και βύσσινα φορούντα, τον νεκρόν όντα τω σώματι και ζώντα τω Πνεύματι,…»

Χρησμός επάνω του τάφου του Μεγάλου Κωνσταντίνου

«… την επτάλοφον επάρουν μετά των προνομίων «τότε πόλεμον εγείρουν έμφυλον ηγριωμένον μέχρι της πεμπταίας ώρας, και φωνή βοήσει τρίτον, στήτε, στήτε μετά φόβου, σπεύσατε πολλά σπουδαίως εις τα δεξιά τα μέρη, άνδρα έυρετε γενναίον, θαυμαστόν και ρωμαλέον, τούτον έξετε δεσπότην, φίλος γαρ εμού υπάρχει, και τούτον παραλάβοντες, θέλημα εμόν πληρούτε».


Σημείωση: η παράθεση των αποσπασμάτων είναι σε τυχαία σειρά.